Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 51.8 Dem. 51.10 (English) >>Dem. 51.14

51.9καὶ κατηγόρει μὲν Ἀριστοφῶν, ἐδικάζετε δʼ ὑμεῖς· εἰ δὲ μὴ μετριωτέραν ἔσχετε τὴν ὀργὴν τῆς ἐκείνων πονηρίας, οὐδὲν αὐτοὺς ἐκώλυε τεθνάναι. ταὐτὰ τοίνυν εἰδότες οὗτοι πεπραγμένʼ αὑτοῖς καὶ ἐκείνοις, οὐχὶ φρίττουσιν ἐν ὑμῖν ὑπὲρ ὧν προσήκει παθεῖν αὐτούς, ἀλλὰ δημηγοροῦσι κατʼ ἄλλων καὶ στεφανοῦν κελεύουσιν αὑτούς. καίτοι σκέψασθε τίνʼ ἄν ποτε δόξαιτε βεβουλεῦσθαι τρόπον, εἰ διὰ τὴν αὐτὴν πρόφασιν τοὺς μὲν θανάτου κρίναντες, τοὺς δὲ στεφανώσαντες φανείητε. 51.10καὶ μὴν οὐ μόνον εἰ τοῦτο ποιήσαιτε, δοκεῖτʼ ἂν ἁμαρτεῖν, ἀλλʼ εἰ μὴ καὶ κολάσαιτε τοὺς τὰ τοιαῦτα ποιοῦντας, ἔχοντες. οὐ γὰρ ἐπειδὰν ἐάσητέ τι τῶν ὑμετέρων ἀπολέσθαι, τότε χρὴ χαλεπαίνειν, ἀλλʼ ἐν τὰ μὲν ὑμέτερʼ ἐστὶν σᾶ, καθορᾶτε δὲ τοὺς ἐφεστηκότας διʼ αἰσχροκερδίαν οὐχὶ προσήκουσαν πρόνοιαν περὶ σωτηρίας αὐτῶν ποιουμένους. καὶ μηδεὶς ὑμῶν ἐπιτιμήσῃ τῷ λόγῳ, πικρὸν εἶναι νομίσας, ἀλλὰ τοῖς τὸ ἔργον αὐτὸ πεποιηκόσιν· διὰ γὰρ τούτους τοιοῦτός ἐστιν. 51.11θαυμάζω δʼ ἔγωγε, τί δή ποτε τῶν μὲν ναυτῶν τοὺς ἀπολειπομένους, ὧν τριάκοντα δραχμὰς ἕκαστος ἔχει μόνας, δοῦσι καὶ κολάζουσιν οὗτοι· τῶν δὲ τριηράρχων τοὺς μὴ συμπλέοντας, ὧν τριάκοντα μνᾶς εἰς ἔκπλουν εἴληφεν ἕκαστος, οὐ ταὐτὰ ποιεῖθʼ ὑμεῖς· ἀλλʼ ἐὰν μὲν πένης ὤν τις διʼ ἔνδειαν ἁμάρτῃ, τοῖς ἐσχάτοις ἐπιτιμίοις ἐνέξεται, ἐὰν δὲ πλούσιος ὢν διʼ αἰσχροκερδίαν ταὐτὰ ποιήσῃ, συγγνώμης τεύξεται; καὶ ποῦ τὸ πάντας ἔχειν ἴσον καὶ δημοκρατεῖσθαι φαίνεται, τοῦτον τὸν τρόπον ὑμῶν ταῦτα βραβευόντων;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 51.8 Dem. 51.10 (English) >>Dem. 51.14

Powered by PhiloLogic